1st John
Go to chapter:

Chapter 1

1 ο ην απ αρχης ο ακηκοαμεν ο εωρακαμεν τοις οφθαλμοις ημων ο εθεασαμεθα και αι χειρες ημων εψηλαφησαν περι του λογου της ζωης

2 και η ζωη εφανερωθη και εωρακαμεν και μαρτυρουμεν και απαγγελλομεν υμιν την ζωην την αιωνιον ητις ην προς τον πατερα και εφανερωθη ημιν

3 ο εωρακαμεν και ακηκοαμεν απαγγελλομεν υμιν ινα και υμεις κοινωνιαν εχητε μεθ ημων και η κοινωνια δε η ημετερα μετα του πατρος και μετα του υιου αυτου ιησου χριστου

4 και ταυτα γραφομεν υμιν ινα η χαρα {VAR1: ημων } {VAR2: υμων } η πεπληρωμενη

5 και αυτη εστιν η {VAR1: επαγγελια } {VAR2: αγγελια } ην ακηκοαμεν απ αυτου και αναγγελλομεν υμιν οτι ο θεος φως εστιν και σκοτια εν αυτω ουκ εστιν ουδεμια

6 εαν ειπωμεν οτι κοινωνιαν εχομεν μετ αυτου και εν τω σκοτει περιπατωμεν ψευδομεθα και ου ποιουμεν την αληθειαν

7 εαν δε εν τω φωτι περιπατωμεν ως αυτος εστιν εν τω φωτι κοινωνιαν εχομεν μετ αλληλων και το αιμα ιησου χριστου του υιου αυτου καθαριζει ημας απο πασης αμαρτιας

8 εαν ειπωμεν οτι αμαρτιαν ουκ εχομεν εαυτους πλανωμεν και η αληθεια ουκ εστιν εν ημιν

9 εαν ομολογωμεν τας αμαρτιας ημων πιστος εστιν και δικαιος ινα αφη ημιν τας αμαρτιας και καθαριση ημας απο πασης αδικιας

10 εαν ειπωμεν οτι ουχ ημαρτηκαμεν ψευστην ποιουμεν αυτον και ο λογος αυτου ουκ εστιν εν ημιν

Holy Bible